Ἀστερίου ἐπισκόπου Ἀμασείας εἰς τὸν ἅγιον τοῦ Χριστοῦ μάρτυρα Φωκᾶν

Άγιος Μάρτυς Φωκάς ο Κηπουρός εξ Αμασείας ΠόντουἹερὸς μὲν καὶ θεσπεσίος ἅπας ὁ τῶν γενναίων μαρτύρων κατάλογος, πάθει τὴν ὑπὲρ πάθους ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ αἵματος τῷ Σωτῆρι τῶν ὅλων ἀμοιβὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς τούτοις οὐ μία τῶν πάντων ἡ δόξα, οὐδὲ πρὸς ἓν μέτρον ἴσα τὰ γέρα τοῖς ὅλοις ἀπο κεκλήρωται, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον οὐδὲ ὁ τῶν ἁγίων ἐκφεύγει κατάλογος.

Αἴτιον δὲ οἶμαι τούτου τὸ λίαν ἀπηκριβώμενον τοῦ κριτοῦ καὶ ἀπρόσκλιτον. Ἐφορᾷ γὰρ καὶ τιμωριῶν μεγέθη καὶ καρτερίας ἐνστάσεις, καὶ βασανίζων τὸ ἀγώνισμα τὰς πρὸς ἀξίαν ἀμοιβὰς διανέμει τοῖς ἀθληταῖς. Καὶ παράδοξον οὐδαμῶς εἰ παρὰ Θεοῦ οὕτως τιμᾶται τὸ δίκαιον, ὁπότε καὶ παρ' ἡμῖν στρατηγοὶ καὶ ἀγωνοθέται οὐκ ἴσοι γίνονται τοῖς ἀριστεῦσιν ἢ τοῖς ἀγωνισταῖς, ἀλλὰ δὴ ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ κατορθώματος τὰς δωρεὰς ἀναλογούσας ἐπιψηφίζουσιν. Ταῦτα δὲ διῆλθον, ἵνα δείξω ὡς ὁ σήμερον ἡμῖν παρασχὼν τοῦ συλλόγου τὴν ἀφορμὴν τῶν ἑταίρων καὶ συναγωνιστῶν ἐστι περιφανέστερος. Οἱ μὲν γὰρ ἄλλοι οὔτε πάντες παρὰ πᾶσι γνωρίζονται, οὔτε βεβοημένην ἔχουσι τὴν ἀνδραγαθίαν· Φωκᾶν δὲ οὐκ ἔστιν ὃς ἀγνοεῖ· ἀλλ' ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου πᾶσιν ὀφθαλμοῖς ἐφήπλωται, οὕτω καὶ ἡ τοῦ μάρτυρος τούτου φήμη πᾶσαν ἀκοὴν περιήχησεν· εὐθὺς γὰρ ἐν τῷ τιμίῳ τούτου σήκῳ γενόμενος καὶ τῇ ἱερᾷ θήκῃ τοῦ σώματος προσψαύων ἐκ τοῦ τόπου πληροῦμαι τῆς μνήμης πάντων ὁμοῦ τῶν ἐπ' αὐτῷ λεγομένων διηγημάτων· βλέπω τὸν κηπουρὸν τὸ ἐπιτήδευμα, τὸ ἄπλαστον τῆς ψυχῆς, τὸ φιλόξενον, τὸν τῆς παραλίας ἐξαίρετον, τὸν τῆς μεσογείας εὐεργέτην, καὶ μαθητὴς μάρτυρος γίνομαι μανθάνων ἄχρι τῶν ἐσχάτων κινδύνων φυλάττειν τὴν εὐσέβειαν. Ἀλλὰ γάρ, εἰ δοκεῖ, τῶν κοινῶν καὶ πολλοῖς γνωρίμων ἀφέμενος τὰ ἐξαίρετα τοῦ μάρτυρος διηγήματα ὑμῖν τοῖς φιλομάρτυσι διηγήσομαι. Ἤνεγκε τὸν ἅγιον ἄνδρα τοῦτον, τὸ μέγα χριστιανῶν ὄφελος, ἡ γείτων Σινώπη, πόλις ἀρχαία καὶ γνώριμος, εὔπορος γενναίων καὶ φιλοσόφων ἀνδρῶν. Ἐπιτήδευμα δὲ αὐτῷ τοῦ βίου κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὐτοῦ που πρὸ τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ Ἰσθμοῦ κεκτημένος ἤσκει φιλοπόνως, ἑαυτῷ καὶ τοῖς δεομένοις παραμυθίαν τοῦ βίου. Ἤνοιγε δὲ καὶ τοῖς ξένοις μάλα προθύμως τὴν μικρὰν καὶ πενο μένην ἑστίαν. Ἐποικῶν δὲ τῇ λεωφόρῳ κοινὰ τοῖς ἐπιδημοῦσι προετίθει τὰ ὄντα· καὶ νέος ὢν Λώτ, οὐ Σοδομιτῶν, ἀλλὰ Σινωπέων. Τοῦ χρόνου προελθόντος τὴν ἐντολὴν εὗρεν οὐκ ἄμισθον· ἀπὸ γὰρ τῆς φιλοξενίας ἐκέρδανε τοῦ ζωοποιοῦ θανάτου τὴν πρόφασιν· ὅθεν δὲ καὶ ὅπως μικρὸν ἀναλαβόντος ἀκούσατε. Τοῦ λόγου τῆς εὐσεβείας ἡμῶν καταγγελθέντος καὶ τοῦ θαυμασίου κηρύγματος πρὸς πᾶσαν ἀκοὴν ἐξελθόντος, γνωρίζοντος δὲ τὸν Χριστὸν καὶ τὰ ἀπ' ἐκείνου μυστήρια, ἐφρυάξαντο ἔθνη, κατὰ τὸν ψαλμῳδόν, καὶ οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήγοντο ἐπὶ τὸ αὐτό· καὶ οἱ τῆς πλάνης λαοὶ ὠργίζοντο τοῦ Ἰησοῦ βασιλεύσαντος. Κύριος Ιησούς Χριστός ΠαντοκράτωρἘζητεῖτο δὲ πᾶς χριστιανὸς ὡς κακοῦργος καὶ ὁ ἐγγὺς ἐκολάζετο καὶ ὁ μακρὰν ἀνιχνεύετο. Διὸ καὶ Φωκᾶν οὔτε ἡ εὐτέλεια τοῦ ἐπιτηδεύματος καὶ ὁ κηπουρὸς ἔκρυψεν, ἀλλὰ καὶ οὗτος ὡς γνήσιος τοῦ Χριστοῦ μύστης ἐμηνύθη. Καὶ δὴ καὶ ἦλθον ἐπ' αὐτὸν οἱ τοῦ δυστήνου τοῦδε βίου καὶ ῥέοντος κελευσθέντες ἀπαγαγεῖν αὐτὸν ἄκριτον, ἀναπολόγητον. Καὶ γὰρ ἦν τὸ ἔγκλημα θεοσέβεια, ἔγκλημα ὃ λαμπρᾷ τῇ φωνῇ ὁ δράσας καθωμολόγει· καὶ μηδενὸς μὲν ἐρωτῶντος τοῖς ἔργοις ἐδείκνυε, πυνθανομένου δὲ περιχαρῶς ἐβόα. Ἐλθόντες οὖν οἱ τῆς ἐκείνου τιμωρίας δήμιοι καὶ τῆς ἡμετέρας ἑορτῆς αἴτιοι παρ' αὐτῷ τῷ ζητουμένῳ κατέλυσαν, οὔτε γινώσκοντες οὔτε μὴν γινωσκόμενοι. Ἐν ἀπορρήτῳ δὲ τέως εἶχον τῆς ἐπιδημίας τὴν πρόφασιν, ἵνα πρότερον ἐκδιδαχθέντες παρὰ τῶν ἔξω τῆς πόλεως, τίς ὁ Φωκᾶς καὶ ὅπου διάγει, ἀθρόον ἐπιστάντες συλλάβωσιν, ὡς Ἰουδαῖοι ποτε ἐν τῷ κήπῳ μετὰ Ἰούδα τὸν Κύριον. Ἐλελήθεσαν δὲ εἴσω δικτύων τὴν θήραν ἔχοντες, οἱ κύνες τὸν ἀρνειόν, οἱ λύκοι τὸν ἀμνόν, καὶ συνανεπαύετο ταῖς παρδάλεσιν ὁ ἔριφος καὶ τοῖς λύκοις ὁ ἀρνὸς συνεβόσκετο καὶ οἱ λέοντες ἅμα τῷ μόσχῳ κοινὴν ἐποιοῦντο τὴν δίαιταν. Ἐπεὶ δέ, οἷα φιλεῖ γίνεσθαι, τράπεζα καὶ συνήθεια τὸ θαρρεῖν ἀλλήλοις παρέσχον, διεπυνθάνετο παρ' αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος χάριν τὴν αὐτοῦ πόλιν κατέ λαβον. Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν παραγγείλαντες, γνωρίζουσιν αὐτῷ τὸ ἀπόρρητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι δρᾶμα, καὶ ὅτι Φωκᾶν ἐπὶ τιμωρίᾳ ζητοῦσι λαβεῖν· ὅθεν πρὸς τῇ φιλοξενίᾳ καὶ ταύτην ἠξίουν χαρίσασθαι τὴν εὐεργεσίαν, καὶ συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου. Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος, οὐ ταπεινόν τι καὶ ἀγεννὲς ἔπαθεν ἢ ἐφθέγξατο· οὐδὲ τὸν κίνδυνον ἀποδειλιάσας πρὸς φυγὴν ἔβλεψε, καὶ ταῦτα πολλὴν ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν, ὅτι μηδὲ δῆλος ἦν ἔτι αὐτὸς ὢν ὁ παρ' ἐκείνων ἐπιζητούμενος· ἀλλὰ πᾶν τοὐναντίον ἐποίει, ἀνδρίζεσθαι μᾶλλον καὶ οὐχὶ φεύγειν προῃρημένος. Ἀμέλει καὶ πρὸς τὴν ἀξίωσιν αὐτῶν ἐπινεύει· Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον συνεφάψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας εὑρήσω· οὐκ εἰς μακρὰν δὲ τοῦτον, ἀλλ' εἰς τὴν ἐπιοῦσαν καὶ αὐτοῖς ὑμῖν ἐπιδείξω· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς μου ταύτης καταγωγῆς ἀναπαύσασθε. Οὕτω βεβαίαν αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν πράγμασιν ἑαυτὸν καταμερίζει δυσί, τῇ τε δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ ταφὴν ἀναγκαῖα, προσελθὼν αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς ὑμῖν, ἔφη, τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον ἤδη τὸ θήραμα· καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ πόρρω, φησίν, ἀλλὰ μεθ' ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ πράγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν. Ἐπλήγησαν τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν ἀκοὴν ἀπεπάγησαν τοὺς ἅλας καὶ τὴν τράπεζαν αἰδεσθέντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ καὶ ἔτι παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστάζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων ἡ ἐπιχείρησις. Εἶπεν, ἔπεισεν, ἔπαθε καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη. Στύλον καὶ ἔρεισμα τῶν θείων τῆς οἰκουμένης ἐκκλησιῶν, ἐξ ἐκείνου μέχρι τοῦ νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος περιφανέστατος ἐν τοῖς ἀρίστοις ἔχων αὐτὸς τὸ πρωτεῖον. Οὗτος ἐφέλκεται πανδημεὶ πάντας πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ πληρεῖς αἱ λεωφόροι τῶν ἀφ' ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναός, ὃς καὶ τὸ ἱερὸν ἔχειν τοῦ μάρτυρος ἐκληρώθη σῶμα, θλιβομένων ἄνεσις, κακου μένων ἰατρεῖον, λιμωττόντων τράπεζα. Δαψιλέστερον γὰρ τρέφει Φωκᾶς νῦν τελευτήσας ἤπερ ἐν Αἰγύπτῳ ζῶν Ἰωσὴφ τὸ πρότερον. Ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα τοῖς δεομένοις χαρίζεται. Οὕτω πτωχῶν καὶ ἀλητευόντων φῦλα προστρέχει τῷ τῆς Σινώπης ἰσθμῷ καθάπερ τινὶ κοινῷ ταμιείῳ. Ἀλλ' ἐκεῖ μὲν οὕτως. Εἰ δέ που καὶ ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος, ὥσπερ δὴ καὶ οὗτος ὁ παρ' ἡμῖν ἱερὸς χωρὸς κατα γώγιον ἑορταζόντων ἐστί. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σώζει τὴν εὐφημίαν. Οὕτω γοῦν καὶ κατὰ τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστι τῷ μάρτυρι δορυφορία πάνδημος καὶ τιμή, οἶκος τε περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. Άγιοι Πέτρος και Παύλος, εν τω μέσω αυτών, ο Άγιος Ιωάννης ο Προφήτης και Πρόδρομος Διὸ καί, ὡς ὁ λόγος διδάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντίστροφον τῆς μιαρᾶς Ἡρωδιάδος ἑλόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα δικαίου, κεφαλὴν τιμίαν εἰς ὕβριν ἐξῄτησεν· οἱ δέ, τιμῆς χάριν καὶ ὠφελείας τῆς ἑαυτῶν, μαρτυρικὴν ἀξίως κεφαλὴν περιεποιήσαντο. Ναῦται δὲ καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον διαπλέοντες πόντον, ἀλλὰ καὶ οἱ τὸν Ἀδρίαν τέμνοντες καὶ ὑπὲρ Αἰγαίου φερόμενοι καὶ ὅσοι τὸν ὠκεανὸν πλέουσι τὸν ἑσπέριον καὶ τοῖς ἐῴοις κόλποις ἐνθαλαττεύουσι, τὰ συνήθη κελεύσματα οἷς τοῦ πλοῦ πόνον προσανα παύουσιν, εἰς καινὴν τοῦ μάρτυρος μετέβαλον εὐφημίαν· καὶ διὰ γλώσσης ἐστὶν ὅλως ὁ Φωκᾶς αὐτοῖς ὑπᾳδόμενος, ἐπεὶ καὶ ἐναργῆ παρέχει τῆς βοηθείας τὰ σύμβολα. Πολλάκις γὰρ ὤφθη, νῦν μὲν νύκτωρ προσδοκωμένου χειμῶνος διεγείρων τὸν κυβερνήτην τῷ πηδαλίῳ ἐπινυστάξαντα· ἄλλοτε δὲ πάλιν τοὺς κάλως διατείνων καὶ τῆς ὀθόνης ἐπιμελούμενος καὶ ἀπὸ τῆς πρώρας προοπτεύων τὰ βράχη. Ὅθεν καὶ νόμος ἐγένετο ναύταις Φωκᾶν ἔχειν συνεστιάτορα. Καὶ ἐπειδὴ τὸν νῦν ἀσώματον σύσσιτον εἶναι καὶ κοινωνὸν τραπέζης ἀμήχανον, μάθετε πῶς ἄρα φιλευσεβὴς λογισμὸς ἐσοφίσατο τὸ ἀδύνατον. Καθ' ἑκάστην γὰρ τὴν ἡμέραν τὴν τῶν ὄψων μερίδα πρὸς ἰσομοιρίαν τῶν ἐσθιόντων ἀποκληροῦσι τῷ μάρτυρι. Ταύτην δὲ εἷς τῶν δαιτυμόνων ἐξωνούμενος τὸ ἀργύριον κατατίθεται, καὶ τῇ ὑστεραίᾳ ἄλλος καὶ ἄλλοτε ἕτερος· καὶ οὗτος ὁ κλῆρος τῆς ἀγορασίας περιϊὼν ἅπαντας δίδωσι καθ' ἡμέραν τῆς μερίδος τὸν ὠνητήν. Ἐπειδὰν δὲ ὅρμος αὐτοὺς ὑποδέξηται καὶ εἰς γῆν ἀφίκωνται, μερίζεται τὸ ἀργύριον τοῖς πεινῶσι· καὶ τοῦτο ἡ μερὶς τοῦ Φωκᾶ, πενήτων εὐεργεσία. Τεθήπασι τοῦτον καὶ βασιλεῖς τὸν καρτερικώτατον καὶ φιλόθεον καὶ φιλοτίμοις κειμηλίοις κατακοσμοῦσι τοῦ περιβλέπτου πένητος τὸν ναόν. Φιλονεικοῦσι δὲ οἱ ἐπιγινόμενοι τοὺς πρεσβυτέρους ὑπερβαλέσθαι. Καὶ οὔπω θαυμαστόν, εἰ τῆς Ῥωμαίων ἡγεμονίας ἄνδρες φιλευσεβεῖς, θεσμοῖς καὶ νόμοις σύντροφοι, οὕτως εὐλαβῶς ἔχουσι περὶ τὸν θεράποντα τοῦ Χριστοῦ, ὁπότε καὶ εἰς βαρβάρους ἔφθη τὸ θαῦμα· καὶ πάντες οἱ ἀγριώτατοι Σκύθαι, ὅσοι δὴ τὴν ἀντιπέρας τοῦ Εὐξείνου πόντου ἤπειρον νέμονται, Μαιώτιδος λίμνης καὶ ποταμοῦ Τανάϊδος πρόσοικοι, ὅσοι τε τὸν Βόσπορον οἰκοῦσι καὶ ἄχρι Φάσιδος ποταμοῦ παρατείνονται, πάντες οὗτοι δορυφοροῦσι τῷ κηπουρῷ· τοῖς δὲ πᾶσιν ἔθεσι καὶ ἐπιτηδεύμασι διεστῶτες ἡμῶν εἰς τοῦτο μόνον ὁμογνώμονες γίνονται τὴν ἀγριότητα τῶν τρόπων ὑπὸ τῆς ἀληθείας ἐξημερούμενοι. Εἷς γοῦν ἄρχων ἐκεῖθεν καὶ βασιλεὺς τὸν στέφανον τῆς κεφαλῆς ἀποθέμενος, χρυσῷ καὶ ἄνθεσι λίθων περιλαμπόμενον, καὶ τὸν θώρακα τὸν πολεμικὸν ἀποδύς, ὕλας ἔχοντα πλούτου ἀλαζονικὴ γὰρ καὶ θρυπτομένη τῶν βαρβάρων ἡ πανοπλία ἔπεμψεν ἀμφότερα ἀναθήματα διὰ τοῦ μάρτυρος τῷ Θεῷ καὶ δυνάμεως καὶ ἀξιώματος καθιερώσας τὰς ἀφορμάς. Πρόδηλον γάρ, ὡς ὁ μὲν στέφανος τῆς βασιλείας ἦν χαριστήριον, ὁ δὲ θώραξ τῆς κατὰ πολέμους ἰσχύος. Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας εὐεργεσίας διὰ τῶν ἐν ὀνείρασιν ὄψεων καὶ διὰ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο ἀδυνάτου καθεστῶτος ταῖς καθ' ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον; Ἡμεῖς τοίνυν ἐνταῦθα λήξαντες δόξαν τῷ Σωτῆρι Θεῷ προσοίσομεν, οὗ δοῦλοι πιστοὶ τοσαύτης ἠξιώθησαν χάριτος, ὥστε πρὸς πᾶσαν χρείαν καὶ περίστασιν κατὰ τὴν δοθεῖσαν αὐτοῖς δωρεὰν τοὺς ὁμοδούλους εὐεργετεῖν. Καὶ ταῦτα μετὰ τὴν ἐνθένδε ἄφιξιν καὶ τὸν τοῦ σώματος χωρισμόν· ὧν ἡ μνήμη μετὰ τοῦ ἔργου καθ' ἡμέραν διατρέχει πόλεις καὶ κώμας πανταχοῦ τὸν εὐεργέτην κηρύσσουσα Κύριον, ᾧ πρέπει πᾶσα τιμὴ καὶ κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: Ερευνητικό έργο : ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, 
© 2006. - www.aegean.gr/culturaltec/chmlab

Ποντιακή Ιστορία & Λαογραφία - Βασίλειος Β. Πολατίδης - www.kotsari.com 

Pin It

Print

Add comment


Security code
Refresh

ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ